Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.175 Joseph. AJ 9.180 (English) >>Joseph. AJ 9.184

9.178ἀγαθὸς δʼ ἦν καὶ οὐδὲν ὅμοιος τῷ πατρὶ τὴν φύσιν. κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἐλισσαίου τοῦ προφήτου γηραιοῦ μὲν ἤδη τυγχάνοντος εἰς δὲ νόσον ἐμπεπτωκότος ἧκεν τῶν Ἰσραηλιτῶν βασιλεὺς πρὸς αὐτὸν ἐπισκεψόμενος. 9.179καταλαβὼν δὲ αὐτὸν ἐν ἐσχάτοις ὄντα κλαίειν ἤρξατο βλέποντος αὐτοῦ καὶ ποτνιᾶσθαι καὶ πατέρα τε ἀποκαλεῖν καὶ ὅπλον· διʼ αὐτὸν γὰρ μηδέποτε χρήσασθαι πρὸς τοὺς ἐχθροὺς ὅπλοις, ἀλλὰ ταῖς ἐκείνου προφητείαις ἀμαχητὶ κρατεῖν τῶν πολεμίων· νῦν δʼ ἀπιέναι μὲν αὐτὸν ἐκ τοῦ ζῆν, καταλείπειν δʼ ἐξωπλισμένον τοῖς Σύροις καὶ τοῖς ἀπʼ αὐτῶν πολεμίοις. 9.180οὐδʼ αὐτῷ τοίνυν ζῆν ἔτι ἀσφαλὲς ἔλεγεν, ἀλλὰ καλῶς ἔχειν συνεξορμᾶν αὐτῷ καὶ συναπαίρειν ἐκ τοῦ βίου. ταῦτʼ ὀδυρόμενον Ἐλισσαῖος παρεμυθεῖτο τὸν βασιλέα καὶ τόξον ἐκέλευσεν αὐτῷ κομισθὲν ἐντεῖναι τοῦτο. ποιήσαντος οὖν εὐτρεπὲς τοῦ βασιλέως τὸ τόξον, ἐπιλαβόμενον τῶν χειρῶν αὐτοῦ ἐκέλευσεν αὐτὸν τοξεύειν. 9.181τρία βέλη δʼ αὐτοῦ προεμένου εἶτα δʼ ἀναπαυσαμένουπλείω μέν, εἶπεν, ἀφεὶς ἐκ ῥιζῶν ἂν τὴν τῶν Σύρων βασιλείαν ἐξεῖλες, ἐπεὶ δὲ τρισὶν ἠρκέσθης μόνοις, τοσαύταις καὶ μάχαις κρατήσεις συμβαλὼν τοῖς Σύροις, ἵνα τὴν χώραν ἣν ἀπετέμοντο τοῦ σοῦ πατρὸς ἀνακτήσῃ· καὶ μὲν βασιλεὺς τοῦτʼ ἀκούσας ἀπηλλάγη.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.175 Joseph. AJ 9.180 (English) >>Joseph. AJ 9.184

Powered by PhiloLogic